Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 9.26 Dem. 9.30 (English) >>Dem. 9.33

9.28καὶ ταῦθʼ ὁρῶντες οἱ Ἕλληνες ἅπαντες καὶ ἀκούοντες οὐ πέμπομεν πρέσβεις περὶ τούτων πρὸς ἀλλήλους κἀγανακτοῦμεν, οὕτω δὲ κακῶς διακείμεθα καὶ διορωρύγμεθα κατὰ πόλεις ὥστʼ ἄχρι τῆς τήμερον ἡμέρας οὐδὲν οὔτε τῶν συμφερόντων οὔτε τῶν δεόντων πρᾶξαι δυνάμεθα, οὐδὲ συστῆναι, οὐδὲ κοινωνίαν βοηθείας καὶ φιλίας οὐδεμίαν ποιήσασθαι, 9.29ἀλλὰ μείζω γιγνόμενον τὸν ἄνθρωπον περιορῶμεν, τὸν χρόνον κερδᾶναι τοῦτον ὃν ἄλλος ἀπόλλυται ἕκαστος ἐγνωκώς, ὥς γʼ ἐμοὶ δοκεῖ, οὐχ ὅπως σωθήσεται τὰ τῶν Ἑλλήνων σκοπῶν οὐδὲ πράττων, ἐπεί, ὅτι γʼ ὥσπερ περίοδος καταβολὴ πυρετοῦ ἄλλου τινὸς κακοῦ καὶ τῷ πάνυ πόρρω δοκοῦντι νῦν ἀφεστάναι προσέρχεται, οὐδεὶς ἀγνοεῖ. 9.30καὶ μὴν κἀκεῖνό γʼ ἴστε, ὅτι ὅσα μὲν ὑπὸ Λακεδαιμονίων ὑφʼ ἡμῶν ἔπασχον οἱ Ἕλληνες, ἀλλʼ οὖν ὑπὸ γνησίων γʼ ὄντων τῆς Ἑλλάδος ἠδικοῦντο, καὶ τὸν αὐτὸν τρόπον ἄν τις ὑπέλαβεν τοῦτο, ὥσπερ ἂν εἰ υἱὸς ἐν οὐσίᾳ πολλῇ γεγονὼς γνήσιος διῴκει τι μὴ καλῶς μηδʼ ὀρθῶς, κατʼ αὐτὸ μὲν τοῦτʼ ἄξιον μέμψεως εἶναι καὶ κατηγορίας, ὡς δʼ οὐ προσήκων ὡς οὐ κληρονόμος τούτων ὢν ταῦτʼ ἐποίει, οὐκ ἐνεῖναι λέγειν. 9.31εἰ δέ γε δοῦλος ὑποβολιμαῖος τὰ μὴ προσήκοντʼ ἀπώλλυε καὶ ἐλυμαίνετο, Ἡράκλεις ὅσῳ μᾶλλον δεινὸν καὶ ὀργῆς ἄξιον πάντες ἂν ἔφησαν εἶναι. ἀλλʼ οὐχ ὑπὲρ Φιλίππου καὶ ὧν ἐκεῖνος πράττει νῦν, οὐχ οὕτως ἔχουσιν, οὐ μόνον οὐχ Ἕλληνος ὄντος οὐδὲ προσήκοντος οὐδὲν τοῖς Ἕλλησιν, ἀλλʼ οὐδὲ βαρβάρου ἐντεῦθεν ὅθεν καλὸν εἰπεῖν, ἀλλʼ ὀλέθρου Μακεδόνος, ὅθεν οὐδʼ ἀνδράποδον σπουδαῖον οὐδὲν ἦν πρότερον πρίασθαι.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 9.26 Dem. 9.30 (English) >>Dem. 9.33

Powered by PhiloLogic